Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.177 Joseph. AJ 14.183 (English) >>Joseph. AJ 14.188

14.181διεκώλυσαν δʼ αὐτὸν προσβαλεῖν τοῖς Ἱεροσολύμοις ὑπαντήσαντες τε πατὴρ Ἀντίπατρος καὶ ἀδελφός, καὶ τὴν ὁρμὴν αὐτοῦ καταπαύσαντες καὶ παρακαλέσαντες ἔργῳ μὲν ἐγχειρεῖν μηδενί, καταπληξάμενον δὲ ἀπειλῇ μόνον μὴ χωρῆσαι περαιτέρω κατὰ τοῦ παρασχόντος αὐτῷ εἰς τοῦτο παρελθεῖν τὸ ἀξίωμα. 14.182ἠξίουν τε περὶ τοῦ κληθέντα ἐπὶ δίκην ἐλθεῖν ἀγανακτοῦντα μεμνῆσθαι καὶ τῆς ἀφέσεως καὶ χάριν αὐτῆς εἰδέναι καὶ μὴ πρὸς μὲν τὸ σκυθρωπότερον ἀπαντᾶν, περὶ δὲ τῆς σωτηρίας ἀχαριστεῖν· 14.183λογίζεσθαι δʼ ὡς, εἰ καὶ πολέμου ῥοπὰς βραβεύει τὸ θεῖον, πλέον ἐστὶ τῆς στρατείας τὸ ἄδικον, διὸ καὶ τὴν νίκην μὴ πάντῃ προσδοκᾶν μέλλοντα πολεμεῖν βασιλεῖ καὶ συντρόφῳ, καὶ πολλὰ μὲν εὐεργετήσαντι, μηδὲν δὲ χαλεπὸν αὐτὸν εἰργασμένῳ, περὶ δὲ ὧν ἐγκαλεῖ διὰ πονηροὺς συμβούλους ἀλλὰ μὴ διʼ αὐτὸν ὑπόνοιαν αὐτῷ καὶ σκιὰν δυσκόλου τινὸς παρεσχημένῳ. 14.184πείθεται τούτοις Ἡρώδης ὑπολαβὼν εἰς τὰς ἐλπίδας ἀποχρῆν αὐτῷ τὸ καὶ τὴν ἰσχὺν ἐπιδείξασθαι τῷ ἔθνει μόνον. καὶ τὰ μὲν κατὰ τὴν Ἰουδαίαν οὕτως εἶχεν. 14.185

Καῖσαρ δʼ ἐλθὼν εἰς Ῥώμην ἕτοιμος ἦν πλεῖν ἐπʼ Ἀφρικῆς πολεμήσων Σκιπίωνι καὶ Κάτωνι, πέμψας δʼ Ὑρκανὸς πρὸς αὐτὸν παρεκάλει βεβαιώσασθαι τὴν πρὸς αὐτὸν φιλίαν καὶ συμμαχίαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.177 Joseph. AJ 14.183 (English) >>Joseph. AJ 14.188

Powered by PhiloLogic